Abbildungen der Seite
PDF
EPUB

Pronouns, my, your, his, etc. | ovv c. dat. and μɛtά c. gen. dis-
when expressed. ch. 1. (11).

[blocks in formation]

tinguished. ch. 2. (38).

T.

τελευτῶ a euphemism for ἀπο
θνήσκω. ch. 1. (7).

Time, denoted by the particip.
ch. 1. (10).

THE

FIRST BOOK

OF

XENOPHON'S ANABASIS,

ACCORDING TO THE TEXT OF KRÜGER.

FIRST BOOK

OF

XENOPHON'S ANABASIS,

ACCORDING TO THE TEXT OF KRÜGER.

ú. Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο, 1 πρεσβύτερος μὲν Αρταξέρξης, νεώτερος δὲ Κῦρος. Ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι. Ὁ μὲν οὖν πρεσβύτερος 2 παρὼν ἐτύγχανε· Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι εἰς Καστωλοῦ πεδίον ἀθροίζονται. Αναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλή νων δὲ ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον. Ἐπειδὴ δὲ ἐτελεύτησε Δαρεῖος καὶ και 3 τέστη εἰς τὴν βασιλείαν 'Αρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ. Ὁ δὲ πείθεταί τε καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν· ἡ δὲ μή της ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν. Ὁ 4 δ ̓ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεται ὅπως μηποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ, ἀλλ ̓, ἢν δύνηται, βασιλεύσει ἀντ ̓ ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Αρταξέρξην. Οςτις δ ̓ ἀφικνοῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτόν, πάντας 5

[ocr errors][ocr errors]
« ZurückWeiter »