Abbildungen der Seite
PDF
EPUB

18

ἀγαθὸν γενεσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ Θεῷ ὑπηρεσίαν. οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ Β οὕτω σφόδρα, ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται, λέγων, ὅτι οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ ̓ ἐξ ἀρετῆς χρήματα καὶ τἆλλα ἀγαθὰ τοῖς ἀνθρώποις ἅπαντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ. εἰ μὲν οὖν ταῦτα λέ γων διαφθείρω τοὺς νέους, ταῦτ ̓ ἂν εἴη βλαβερά· εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα, οὐδὲν λέγει. πρὸς ταῦτα, φαίην ἄν, ὦ ἄνδρες Αθηναῖοι, ἢ πείθε σθε Ανύτῳ, ἢ μή, καὶ ἢ ἀφίετε, ἢ μὴ ἀφίετε, ὡς ἐμοῦ 16 Ο οὐκ ἂν ποιήσοντος ἄλλα, οὐδ ̓ εἰ μέλλω πολλάκις τε θνάναι.

CAP. XVIII. Μὴ θορυβεῖτε, ὦ ἄνδρες Αθηναῖοι, ἀλλ ̓ ἐμμείνατέ μοι οἷς ἐδεήθην ὑμῶν, μὴ θορυβεῖν ἐφ ̓ οἷς ἂν λέγω, ἀλλ ̓ ἀκούειν· καὶ γάρ, ὡς ἐγὼ οἶμαι, ὀνήσεσθε ἀκούοντες. μέλλω γὰρ οὖν ἄττα ὑμῖν ἐρεῖν 19 καὶ ἄλλα, ἐφ ̓ οἷς ἴσως βοήσεσθε· ἀλλὰ μηδαμῶς ποιεῖτε τοῦτο. Εὖ γὰρ ἴστε, ἐὰν ἐμὲ ἀποκτείνητε τοιοῦτον ὄντα, οἷον ἐγὼ λέγω, οὐκ ἐμὲ μείζω βλάψετε ἢ ὑμᾶς αὐτούς. ἐμὲ μὲν γὰρ οὐδὲν ἂν βλάψειεν οὔτε Μέλητος οὔτε Ανυτος. οὐδὲ γὰρ ἂν δύναιτο· οὐ γὰρ Ο οἴομαι θεμιτὸν εἶναι ἀμείνονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. ἀποκτείνειε μέντ ̓ ἂν ἴσως, ἢ ἐξελάσειεν, ἢ ἀτιμάσειεν. ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται καὶ ἄλλος τίς που μεγάλα κακά, ἐγὼ δ' οὐκ οἴομαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὗτος νυνὶ ποιεῖ, ἄνδρα ἀδίκως ἐπιχειρεῖν ἀποκτιννύναι. νῦν οὖν, ὦ ἄνδρες Αθηναῖοι,

πολλοῦ δέω ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀπολογεῖσθαι, ὥς τις ἂν οἴοιτο, ἀλλ ̓ ὑπὲρ ὑμῶν, μή τι ἐξαμάρτητε περὶ τὴν

τοῦ Θεοῦ δόσιν ὑμῖν ἐμοῦ καταψηφισάμενοι. ἐὰν γὰρ Η

ἐμὲ ἀποκτείνητε, οὐ ῥᾳδίως ἄλλον τοιοῦτον εὑρήσετε,
ἀτεχνῶς, εἰ καὶ γελοιότερον εἰπεῖν, προςκείμενον τῇ
πόλει ὑπὸ τοῦ Θεοῦ, ὥςπερ ἵππῳ μεγάλῳ μὲν καὶ
γενναίῳ, ὑπὸ μεγέθους δὲ νωθεστέρῳ καὶ δεομένῳ
ἐγείρεσθαι ὑπὸ μύωπός τινος· οἷον δή μοι δοκεῖ ὁ
θεὸς ἐμὲ τῇ πόλει προςτεθεικέναι, τοιοῦτόν τινα, ὃς
ὑμᾶς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον
οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχοῦ προςκαθί- ει
ζων. τοιοῦτος οὖν ἄλλος οὐ ῥᾳδίως ὑμῖν γενήσεται, ὦ
ἄνδρες, ἀλλ ̓ ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου. ὑμεῖς
δ ̓ ἴσως τάχ ̓ ἂν ἀχθόμενοι, ὥςπερ οἱ νυστάζοντες
ἐγειρόμενοι, κρούσαντες ἄν με, πειθόμενοι ̓Ανύτῳ,
ῥᾳδίως ἂν ἀποκτείναιτε, εἶτα τὸν λοιπὸν βίον καθεύ
δοντες διατελοῖτ ̓ ἄν, εἰ μή τινα ἄλλον ὁ Θεὸς ὑμῖν
ἐπιπέμψειε κηδόμενος ὑμῶν. ὅτι δ ̓ ἐγὼ τυγχάνω ὢν
τοιοῦτος, οἷος ὑπὸ τοῦ Θεοῦ τῇ πόλει δεδόσθαι, ἐν
θένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ 13
ἐμὲ τῶν μὲν ἐμαυτοῦ ἁπάντων ἠμεληκέναι καὶ ἀνέ-
χεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ
δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προςιόντα,
ὥςπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον, πείθοντα ἐπι-
μελεῖσθαι ἀρετῆς. καὶ εἰ μέντοι τι ἀπὸ τούτων ἀπέ-
λανον καὶ μισθὸν λαμβάνων ταῦτα παρεκελευόμην,
εἶχον ἄν τινα λόγον· νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοί, ὅτι οὗ
κατήγοροι, τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγο-
υοῦντες τοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντή

Ο σαι, παρασχόμενοι μάρτυρα, ὡς ἐγώ ποτέ τινα ἢ ἐπρα ξάμην μισθὸν ἢ ᾔτησα. ἱκανὸν γάρ, οἶμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα, ὡς ἀληθῆ λέγω, τὴν πενίαν. nd,

3

6

CAP. ΧΙΧ. Ἴσως ἂν οὖν δόξειεν ἄτοπον εἶναι, ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα ξυμβουλεύω περιιὼν καὶ πολυ πραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναβαίνων εἰς τὸ πλῆθος τὸ ὑμέτερον ξυμβουλεύειν τῇ πόλει. Τούτου δὲ αἴτιόν ἐστιν ὁ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε 2 πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον D γίγνεται [φωνή], ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράψατο. ἐμοὶ δὲ τοῦτ ̓ ἐστὶν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἢ ὅταν γένηται, ἀεὶ ἀποτρέπει με τούτου, ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. τοῦτ ̓ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν. καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι· εὖ γὰρ ἔστε, ὦ ἄνδρες Αθηναῖοι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, Επάλαι ἂν ἀπολώλη καὶ οὔτ ̓ ἂν ὑμᾶς ὠφελήκη οὐδὲν οὔτ ̓ ἂν ἐμαυτόν. καί μοι μὴ ἄχθεσθε λέγοντι τἀληθῆ οὐ γὰρ ἔστιν ὅςτις ἀνθρώπων σωθήσεται οὔτε ὑμῖν οὔτε ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πολλὰ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει 12 γίγνεσθαι, ἀλλ ̓ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχού μενον ὑπερ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν.

CAP. ΧΧ. Μεγάλα δ' ἔγωγε ὑμῖν τεκμήρια παρεξομαι τούτων, οὐ λόγους, ἀλλ ̓ ὃ ὑμεῖς τιμᾶτε, ἔργα, ἀκούσατε δή μου τὰ ἐμοὶ ξυμβεβηκότα, ἵν ̓ εἰδῆτε, ὅτι οὐδ ̓ ἄν ἑνὶ ὑπεικάθοιμι παρὰ τὸ δίκαιον δείσας θάνα

15

14. τον, μὴ ὑπείκων δὲ ἅμα καὶ ἅμ ̓ ἂν ἀπολοίμην. ἐρῶ δὲ ὑμῖν φορτικὰ μὲν καὶ δικανικά, ἀληθῆ δέ. Ἐγὼ γάρ, ὦ ἄνδρες Αθηναῖοι, ἄλλην μὲν ἀρχὴν οὐδεμίαν πώποτε ἦρξα ἐν τῇ πόλει, ἐβούλευσα δέ· καὶ ἔτυχεν ἡμῶν ἡ φυλὴ ̓Αντιοχὶς πρυτανεύουσα, ὅτε ὑμεῖς τοὺς δέκα στρατηγοὺς τοὺς οὐκ ἀνελομένους, τοὺς ἐκ τῆς ναυμαχίας ἐβούλεσθε ἀθρόους κρίνειν, παρανόμως, ὡς ἐν τῷ ὑστέρῳ χρόνῳ πᾶσιν ὑμῖν ἔδοξε. τότ ̓ ἐγὼ μόνος τῶν πρυτάνεων ἠναντιώθην ὑμῖν μηδὲν ποιεῖν παρὰ τοὺς νόμους, καὶ ἐναντία ἐψηφισάμην· καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων, καὶ ὑμῶν κελευόντων καὶ βοώντων, μετὰ τοῦ νόμου καὶ τοῦ δι καίου ᾤμην μᾶλλον με δεῖν διακινδυνεύειν ἢ μεθ ̓ ὑμῶν Ο γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον. καὶ ταῦτα μὲν ἦν ἔτι δημοκρατουμένης τῆς πόλεως.† Ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλου προςέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον, ἵν ̓ ἀποθάνοι· οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προςέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν. τότε μέντοι ἐγὼ οὐ λόγῳ, ἀλλ ̓ ἔργῳ αὖ ἐνεδειξάμην, ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ D μὴ ἀγροικότερον ἦν εἰπεῖν, οὐδ ̓ ὁτιοῦς, τοῦ δὲ μηδὲν ἄδικον μηδ ̓ ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πᾶν μέλει. ἐμὲ γὰρ ἐκείνη ἡ ἀρχὴ οὐκ ἐξέπληξεν οὕτως ἰσχυρὰ οὖσα, ὥςτε ἄδικόν τι ἐργάσασθαι, ἀλλ ̓ ἐπειδὴ ἐκ τῆς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ᾠχόμην ἀπιὼν οἴκαδε. καὶ ἴσως ἄν διὰ ταῦτ ̓ ἀπέθανον, εἰ μὴ ἡ ἀρχὴ

in harte

m

Ε διὰ ταχέων κατελύθη. καὶ τούτων ὑμῖν ἔσονται πολ·

λοὶ μάρτυρες.

CΑΡ. ΧΧΙ. 'Αρ ̓ οὖν ἄν με οἴεσθε τοσάδε ἔτη δια· γενέσθαι, εἰ ἔπραττον τὰ δημόσια, καὶ πράττων ἀξίως ἀνδρὸς ἀγαθοῦ ἐβοήθουν τοῖς δικαίοις καί, ὥςπερ χρή, τοῦτο περὶ πλείστου ἐποιούμην; πολλοῦ γε δεῖ, ὦ ἄνδρες Αθηναῖοι· οὐδὲ γὰρ ἂν ἄλλος ἀνθρώπων οὐ 13 δείς. ἀλλ ̓ ἐγὼ διὰ παντὸς τοῦ βίου δημοσίᾳ τε εἴ πού τι ἔπραξα, τοιοῦτος φανοῦμαι, καὶ ἰδίᾳ ὁ αὐτὸς οὗτος, οὐδενὶ πώποτε ξυγχωρήσας οὐδὲν παρὰ τὸ δίκαιον οὔτε ἄλλῳ οὔτε τούτων οὐδενί, οὓς οἱ διαβάλλοντές μέ φασιν ἐμοὺς μαθητὰς εἶναι. ἐγὼ δὲ διδάσκαλος μὲν οὐδενὸς πώποτ ̓ ἐγενόμην· εἰ δέ τίς μου λέγοντος καὶ τὰ ἐμαυτοῦ πράττοντος ἐπιθυμεῖ ἀκούειν, εἴτε νεώτε ρος εἴτε πρεσβύτερος, οὐδενὶ πώποτε ἐφθόνησα. οὐδὲ Β χρήματα μὲν λαμβάνων διαλέγομαι, μὴ λαμβάνων δ ̓ οὔ, ἀλλ ̓ ὁμοίως καὶ πλουσίῳ καὶ πένητι παρέχω ἐμαυτὸν ἐρωτῶν, καὶ ἐάν τις βούληται ἀποκρινόμενος ἀκούειν ὧν ἂν λέγω. καὶ τούτων ἐγώ, εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα. εἰ δέ τίς φησι παρ ̓ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅ τι μὴ καὶ οἱ ἄλλοι πάντες, εὖ ἴστε, ὅτι οὐκ ἀληθῆ λέγει.

ΟΑΡ. XXII. ̓Αλλὰ διὰ τί δή ποτε μετ ̓ ἐμοῦ Ο χαίρουσί τινες πολὺν χρόνον διατρίβοντες; ̓Ακηκόατε, ὦ ἄνδρες Αθηναῖοι· πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐγὼ εἶπον, ὅτι ἀκούοντες χαίρουσιν ἐξεταζομένοις τοῖς οἰομένοις μὲν εἶναι σοφοῖς, οὖσι δ ̓ οὔ· ἔστι γὰρ οὐκ

« ZurückWeiter »