Abbildungen der Seite
PDF
EPUB

ΠΕΡΣΑΙ.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.

ΧΟΡΟΣ ΓΕΡΟΝΤΩΝ.

ΑΤΟΣΣΑ.

ΑΓΓΕΛΟΣ.

ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ.
ΞΕΡΞΗΣ.

ΧΟΡΟΣ.

Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδ ̓ ἐς αἶαν πιστὰ καλείται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενής

εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν ὁρσολοπεῖται
θυμὸς ἔσωθεν

πᾶσα γὰρ ἰσχὺς Ασιατογενής
οἴχωκε, νέον δ ̓ ἄνδρα βαύζει

κούτε τις ἄγγελος οὔτε τις ἱππεύς

[merged small][ocr errors]

ἄστυ τὸ Περσῶν ἀφικνεῖται

οἴτε τὸ Σούσων ἠδ ̓ Εκβατάνων καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος

προλιπόντες ἔβαν,

οἱ μὲν ἐφ ̓ ἵππων, οἱ δ ̓ ἐπὶ ναῶν, πεζοί τε βάδην

πολέμου στίφος παρέχοντες"

οἷος ̓Αμίστρης ήδ' Αρταφρένης

15

20

[merged small][ocr errors]

καὶ Μεγαβάτης ἠδ ̓ Αστάσπης, ταγοί Περσῶν,

βασιλῆς βασιλέως υποχοι μεγάλου σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τ' ἠδ ̓ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ. Αρτεμβάρης θ' ἱππιοχάρμης, καὶ Μασίστης, ὅ τε τοξοδάμας ἐσθλὸς Ιμαῖος, Φαρανδάκης θ', ἵππων τ ̓ ἐλατὴρ Σωσθάνης. ἄλλους δ ̓ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν Σουσισκάνης, Πηγασταγὼν Αίγυπτογενής,

ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας 'Αρσάμης, τάς τ' ὠγυγίους Θήβας ενέπων ̓Αριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται δεινοὶ πλῆθος τ ̓ ἀνάριθμοι. ἁβροδιαίτων δ' ἔπεται Λυδῶν ὄχλος, οἵτ ̓ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μιτρογάθης Αρκτεύς τ' ἀγαθὸς, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὴν ὄψιν προσιδέσθαι. στεῦνται δ ̓ ἱεροῦ Τμώλου πελάται, ζυγὸν ἀμφιβαλεῖν δούλιον Ελλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,

καὶ ἀκοντισταί Μυσοί· Βαβυλών δ' ἡ πολύχρυσος πάμμικτον ὄχλον πέμπει σύρδην, ναῶν τ ̓ ἐπόχους, καὶ τοξουλκῷ λήματι πιστούς·

τὸ μαχαιροφόρον τ ̓ ἔθνος ἐκ πάσης Ασίας ἕπεται,

δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ' ἄνθος Περσίδος αἴας οἴχεται ἀνδρῶν,

οὓς πέρι πᾶσα χθὼν Ασιάτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες δ ̓ ἄλοχοί θ' ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται.

55

60

στρ. ά. 65

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη βασίλειος στρατὸς εἰς ἀντίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας Αθαμαντίδος "Ελλας,

70

[blocks in formation]
« ZurückWeiter »