Abbildungen der Seite
PDF
EPUB
[blocks in formation]

στρ. γ'. 280

285

ἀντ. γ

290

ΑΓ. Αρτεμβάρης δὲ, μυρίας ἵππου βραβεὺς, στυφλοὺς παρ' ἀκτὰς θείνεται Σιληνιῶν· χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο Τενάγων τ ̓ ἄριστος Βακτρίων ιθαγενής, θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Αρσάμης τε κἀργήστης τρίτος, οἴδ ̓ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Αρκτεὺς, Αδεύης, καὶ Φερεσσεύης τρίτος, Φαρνούχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσες Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ ̓, ἀμείβων χρῶτα πορφυρέα βαφή. καὶ Μάγος Αραβος ̓Αρτάμης τε Βάκτριος σκληρᾶς μέτοικος γῆς ἐκεῖ κατέφθιτο. *Αμηστρις 'Αμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τ ̓ ἐσθλὸς ̓Αριόμαρδος Σάρδεσι πένθος παρασχών, Σεισάμης θ' ὁ Μύσιος, Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγὸς, γένος Λυρναῖος, εὐειδὴς ἀνὴρ, κεῖται θανὼν δείλαιος οὐ μάλ ̓ εὐτυχῶς Συέννεσίς τε πρώτος εἰς εὐψυχίαν,

305

310

315

320

295

325

Κιλίκων ἔπαρχος, εἰς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.

[τοιωνδ ̓ ἀρχόντων ὑπεμνήσθην πέρι.]

300

πολλῶν παρόντων ὀλίγ ̓ ἀπαγγέλλω κακά. Τ. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

330*

ΑΓ. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν

φεῦ, τῶν ̓Αθηνῶν ὡς στένω μεμνημένος.

ΧΟ. στυγναί γ' ̓Αθῆναι δαίοις

ὡς πολλὰς Περσίδων μάταν

μεμνήσθαί τοι πάρα

ἔκτισαν εὔνιδας ἠδ ̓ ἀνάνδρους.

ΑΤ. σιγώ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά, τὸ μήτε λέξαι μήτ' ἐρωτῆσαι πάθη. ὅμως δ ̓ ἀνάγκη πημονὰς βροτοῖς φέρειν θεῶν διδόντων· πᾶν δ ̓ ἀναπτύξας πάθος λέξον καταστὰς, κεί στένεις κακοῖς ὅμως, τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅστ ̓ ἐπὶ σκηπτουχία ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.

· ΑΓ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ φάος βλέπει. ΑΤ. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

1.

[blocks in formation]

ὡς πολλὰς Περσίδων μάταν

ἔκτισαν εὔνιδας ἠδ ̓ ἀνάνδρους.

ΑΤ. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά, τὸ μήτε λέξαι μήτ' ἐρωτῆσαι πάθη. ὅμως δ' ἀνάγκη πημονάς βροτοῖς φέρειν θεῶν διδόντων· πᾶν δ ̓ ἀναπτύξας πάθος λέξον καταστὰς, κεί στένεις κακοῖς ὅμως, τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὥστ ̓ ἐπὶ σκηπτουχία ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.

- ΑΓ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ φάος βλέπει. ΑΤ. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

290

ΑΓ. Αρτεμβάρης δὲ, μυρίας ἵππου βραβεὺς, στυφλοὺς παρ' ἀκτὰς θείνεται Σιληνιών χώ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο Τενάγων τ ̓ ἄριστος Βακτρίων ιθαγενής, θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Αρσάμης τε κἀργήστης τρίτος, οἵδ ̓ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Αρκτεὺς, Αδεύης, καὶ Φερεσσεύης τρίτος, Φαρνούχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσες Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ ̓, ἀμείβων χρῶτα πορφυρέα βαφῇ. καὶ Μάγος Αραβος ̓Αρτάμης τε Βάκτριος σκληρᾶς μέτοικος γῆς ἐκεῖ κατέφθιτο.

305

310

315

*Αμηστρις ̓Αμφιστρεύς τε πολύπονον δόρυ 320 νωμῶν, ὅ τ' ἐσθλὸς ̓Αριόμαρδος Σάρδεσι

πένθος παρασχών, Σεισάμης θ' ὁ Μύσιος,

Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

295

ταγὸς, γένος Λυρναῖος, εὐειδὴς ἀνὴρ, κεῖται θανὼν δείλαιος οὐ μάλ ̓ εὐτυχῶς Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

325

Κιλίκων ἔπαρχος, εἰς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο. [τοιωνδ ̓ ἀρχόντων ὑπεμνήσθην πέρι.]

300

πολλῶν παρόντων ὀλίγ ̓ ἀπαγγέλλω κακά. Τ. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

330

« ZurückWeiter »