Abbildungen der Seite
PDF
EPUB

MISCELLANEOUS ANECDOTES.

535. Ι. Ἡ Πελίου θυγάτηρ "Αλκηστις ἠθέλησεν ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν. 2. Επεί, τῶν ̓Αθη ναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμόν, ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προςῆλθεν Αριστείδῃ, κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ ̓Αριστείδου, Γιγνώσκεις γάρ, ἔφη, τὸν ̓Αριστείδην ; τοῦ δὲ ἀνθρώπου μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προςηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν. 3. ̓Αρχίδαμος ὁ ̓Αγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν, Εἰ μετρήσεις τὴν σεαυτοῦ σκιὰν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν. 4. Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι. 5. Ὁ νεώτερος Διονύ σιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους, ἀλλὰ δι ̓ ἐκείνων θαυμάζεσθαι βουλόμενος. 6. Ο Ζεύξις, αἰτιωμένων αὐτὸν τινῶν, ὅτι ζωγραφεί βραδέως, Ομολογῶ, εἶπεν, ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν. 7. Ισοκράτης, ὁ ῥήτωρ, νεανίου τινὸς λάλου σχολάζειν αὐτῷ βουλομένου, διττοὺς ᾔτησε μισθούς. Τοῦ δὲ τὴν αἰτίαν πυθομένου, Ενα, ἔφη, μέν, ἵνα λαλεῖν μάθῃς, τὸν δ ̓ ἕτερον, ἵνα σιγᾶν. 8. Ἔλεγεν ὁ Κλεομένης, ὁ τῶν Λακεδαιμονίων βασιλεύς, κατὰ τὸν ἐπιχώριον τρόπον, τὸν Ὅμηρον Λακεδαιμονίων είναι ποιητὴν, ὡς χρὴ πολεμεῖν λέγοντα, τὸν δὲ Ἡσίοδον τῶν Εἱλώτων, λέγοντα, ὡς χρὴ γεωργεῖν. 9. Λάκων ἐρωτηθεὶς, διὰ τί ἀτείχιστός ἐστιν ἡ Σπάρτη, Μὴ ψεύδου, ἔφη, τετείχισται γὰρ ταῖς τῶν οἰκούντων ἀρεταῖς. 10. Ξενοκράτης πρὸς τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρ ̓

αὐτὸν φοιτᾶν, Πορεύου, ἔφη, λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας. 11. Πιττακὸς ἀδικηθεὶς ὑπό τινος καὶ ἔχων ἐξουσίαν αὐτὸν κολάσαι, ἀφῆκεν, εἰπὼν, Συγγνώμη τιμωρίας ἀμείνων· τὸ μὲν γὰρ ἡμέρου φύσεως ἐστί, τὸ δὲ θηριώδους. 12. Πλάτων ὀργιζόμενός ποτε τῷ οἰκέτῃ, ἐπιστάντος Ξενοκράτους, Λαβὼν, ἔφη, τοῦτον, μαστίγωσον· ἐγὼ γὰρ ὀργίζομαι. 13. Πτολεμαϊόν φασι τὸν Λάγου, καταπλουτίζοντα τοὺς φίλους αὑτοῦ ὑπερχαί ρειν· ἔλεγε δὲ ἄμεινον εἶναι πλουτίζειν ἤ πλουτεῖν. 14. Σιμωνίδης ἔλεγεν, ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δὲ οὐδέποτε. 15. Ο Σόλων, ἐπειδὴ ἐδάκρυσε τὸν παῖδα τελευτήσαντα, πρὸς τὸν εἰπόντα, ̓Αλλ ̓ οὐδὲν ἀνύτεις, εἶπε· Δι ̓ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω. 16. Στρατόνικος διδάσκων κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δ ̓ ̓Απόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς, πόσους ἔχοι μαθητάς, ἔφη· Σὺν τοῖς θεοῖς δώδεκα. 17. Χαρίλαος ἐρωτηθεὶς, διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, Οτι, ἔφη, τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.

IV. LEGENDS.

AEOLUS.

536. Λέγουσιν, ὅτι Αἴολος ἦν κυριεύων τῶν πνευμά των, ὅςτις ἔδωκεν Οδυσσεῖ τοὺς ἀνέμους ἐν ἀσκῷ. Περὶ δὲ τούτου, ὡς οὐχ οἷόν τε, δῆλον εἶναι πᾶσιν οἶμαι. Εἰκὸς δὲ, ἀστρολόγον γενόμενον Αἴολον φράσαι Οδυσσεί τοὺς χρόνους, καθ ̓ οὓς ἐπιτολαί τινες ἀνέμων γενήσον ται Φασὶ δὲ, ὅτι καὶ χαλκοῦν τεῖχος τῇ πόλει αὐτοῦ

περιεβέβλητο· ὅπερ ἐστὶ ψευδές. Οπλίτας γὰρ, ὡς οἶμαι, εἶχε τὴν πόλιν αὐτοῦ φυλάττοντας.

THE HORSES OF DIOMEDE.

537. Περὶ τῶν Διομήδους ἵππων φασὶν, ὅτι ἀνθρώ πους κατήσθιον. Τοῦτο δὲ γελοῖον· τὸ γὰρ ζῶον τοῦτο κριθῇ καὶ χόρτῳ ἥδεται μᾶλλον, ἢ κρέασιν ἀνθρωπίνοις. Ἡ δὲ ἀλήθεια ἥδε. Τῶν παλαιῶν ἀνθρώπων ὄντων αὐτουργῶν, καὶ τροφὴν καὶ περιουσίαν πλείστην κεκτημέ νων, ἅτε τὴν γῆν ἐργαζομένων, ἱπποτροφεῖν οὗτος ἐπελάβετο, καὶ μέχρι τούτου ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε, καὶ πάντα πωλῶν κατηνάλωσεν εἰς τὴν τῶν ἵππων τροφήν. Οἱ οὖν φίλοι τοὺς ἵππους ἀνδροφάγους ὠνόμασαν· οὗ γενομένου, προήχθη ὁ μῦθος.

NIOBE.

538. Φασὶν, ὡς Νιόβη ζῶσα λίθος ἐγένετο ἐπὶ τῷ τύμβῳ τῶν παίδων. Οστις δὲ πείθεται, ἐκ λίθου γενέσθαι ἄνθρωπον, ἢ ἐξ ἀνθρώπου λίθον, εὐήθης ἐστί. Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Νιόβη, ἀποθανόντων τῶν ἑαυτῆς παίδων, ποιήσασα ἑαυτῇ εἰκόνα λιθίνην, ἔστησεν ἐπὶ τῷ τύμβῳ τῶν παίδων. Καὶ ἡμεῖς ἐθεασάμεθα αὐτὴν, οἵα καὶ λέγεται.

LYNCEUS.

539. Λυγκέα λέγουσιν, ὡς τὰ ὑπὸ γῆν ἑώρα. Τοῦτο δὲ ψεῦδος. Τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Λυγκεὺς πρῶτος ἤρξατο μεταλλεύειν χαλκὸν, καὶ ἄργυρον, καὶ τὰ λοιπά. Ἐν δὲ τῇ μεταλλεύσει λύχνους καταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατέλιπεν ἐπὶ τοῦ τόπου· αὐτὸς δὲ ἀνέφερε τὸν χαλκὸν καὶ τὸν σίδηρον. Ἔλεγον οὖν οἱ ἄνθρωποι, ὅτι Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ, καὶ καταδύνων, ἀργύριον ἀναφέρει.

EUROPA.

540. Φασὶν, Εὐρώπην τὴν Φοίνικος, ἐπὶ ταύρου ὀχουμένην διὰ τῆς θαλάττης, ἐκ Τύρου εἰς Κρήτην ἀφικέσθαι. Ἐμοὶ δὲ δοκεῖ οὔτε ταῦρον, οὔπ ̓ ἵππον, τοσοῦτον πέλαγος διανύσαι δύνασθαι, οὔτε κόρην ἐπὶ ταῦρον ἄγριον ἀναβῆναι· ὅ τε Ζεύς, εἰ ἐβούλετο Εὐρώπην εἰς Κρήτην ἐλθεῖν, εὗρεν ἂν αὐτῇ ἑτέραν πορείαν καλλίονα. Τὸ δὲ ἀληθὲς ἔχει ὧδε· ̓Ανὴρ Κνώσιος, ὀνόματι Ταῦρος, ἐπολέμει τὴν Τυρίαν χώραν, τελευταῖον δὲ ἐκ Τύρου ἥρπασεν ἄλλας· τε κόρας, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασιλέως θυγατέρα Εὐρώπην. Ἔλεγον οὖν οἱ ἄνθρωποι· Εὐρώπην τὴν τοῦ βασιλέως Ταῦρος ἔχων ᾤχετο. Τούτου δὲ γενομένου, προσανεπλάσθη ὁ μῦθος.

HESPERIDES.

541. Λέγουσιν, ὅτι γυναῖκές τινες ἦσαν αἱ Εσπερί δες. Ταύταις δὲ ἦν μῆλα χρυσᾶ ἐπὶ μηλέας, ἣν ἐφύ λασσε δράκων· ἐφ ̓ ἃ μῆλα καὶ Ἡρακλῆς ἐστρατεύσατο. Εχει δὲ ἡ ἀλήθεια ὧδε. Εσπερος ἦν ἀνὴρ Μιλήσιος, ὃς ᾤκει ἐν τῇ Καρίᾳ, καὶ εἶχε θυγατέρας δύο, αἳ έκαλοῦντο Εσπερίδες. Τούτῳ δὲ ἦσαν ὄϊς καλαὶ, καὶ εὔκαρποι, οἷαι καὶ νῦν αἱ ἐν Μιλήτῳ. Ἐπὶ τούτῳ δὴ ὀνομάζονται χρυσαῖ· κάλλιστον γὰρ ὁ χρυσός· ἦσαν δὲ ἐκεῖναι κάλλισται. Μῆλα δὲ καλεῖται τὰ πρόβατα ἅπερ ἰδὼν ὁ Ἡρακλῆς βοσκόμενα παρὰ τῇ θαλάττῃ, περιελάσας ἐνέθετο εἰς τὴν ναῦν, καὶ τὸν ποιμένα αὐτῶν, ὀνόματι Δράκοντα, εἰςήγαγεν εἰς οἶκον, οὐκέτι ζῶντος τοῦ Εσπέρου, ἀλλὰ τῶν παίδων αὐτοῦ. Ἔλεγον οὖν οἱ ἄνθρωποι· Ἐθεασάμεθα χρυσὰ μῆλα, ἃ Ἡρακλῆς ἤγαγεν ἐξ ̔Εσπερίδων, τον φύλακα ἀποκτείνας Δρά Καὶ ἔνθεν ὁ μῦθος προσανεπλάσθη.

κοντα.

[ocr errors]

GERYON.

542. Γηρυόνην φασὶν, ὅτι τρικέφαλος ἐγένετο. 'Αδύνατον δὲ, σῶμα τρεῖς κεφαλὰς ἔχειν. Ἐν δὲ τοιόνδε τοῦτο. Πόλις ἐστὶν ἐν τῷ Εὐξείνῳ πόντῳ, Τρικαρηνία καλουμένη. 'Ην δὲ Γηρυόνης ἐν τοῖς τότε ἀνθρώποις ὀνομαστὸς, πλούτῳ τε, καὶ ἄλλοις διαφέρων. Εἶχε δὲ καὶ βοῶν ἀγέλην θαυμαστὴν, ἐφ ̓ ἣν ἐλθὼν Ἡρακλῆς ἀντιποιούμενον Γηρυόνην ἔκτεινεν. Οἱ δὲ θεώμενοι περιελαυνομένας τὰς βοῦς ἐθαύμαζον. Πρὸς τοὺς πυνθανομένους οὖν ἔλεγόν τινες· Ἡρακλῆς ταύτας περιήλασεν, οὔσας Γηρυόνου τοῦ Τρικαρήνου· τινὲς δὲ ἐκ τοῦ λεγομένου ὑπέλαβον αὐτὸν τρεῖς ἔχειν κεφαλάς.

ORPHEUS.

543. Ψευδὴς δὲ ὁ περὶ τοῦ Ὀρφέως μῦθος, ὅτι κιθα ρίζοντι αὐτῷ ἐφείπετο τὰ τετράποδα, καὶ τὰ ὄρνεα, καὶ τὰ δένδρα. Δοκεῖ δέ μοι ταῦτα εἶναι. Βάκχαι μανεῖσαι πρόβατα διέσπασαν ἐν τῇ Πιερίᾳ· τρεπόμεναί τε εἰς τὸ ὄρος, διέτριβον ἐκεῖ τινὰς ἡμέρας. Ως δὲ ἔμειναν, οἱ πολῖται μεταπεμψάμενοι τὸν Ὀρφέα, ἐδέοντο μηχανασθαι, ὃν τρόπον καταγάγοι αὐτὰς ἐκ τοῦ ὄρους. Ὁ δὲ συνταξάμενος τῷ Διονύσῳ Ὄργια, κατάγει αὐτὰς βακ χευούσας κιθαρίζων. Αἱ δὲ νάρθηκας τότε πρῶτον ἔχουσαι, κατέβαινον ἐκ τοῦ ὄρους, καὶ κλῶνας δένδρων παντοδαπῶν. Τοῖς δὲ ἀνθρώποις, θαυμαστὰ τότε θεασαμένοις, ἐνεφαίνετο πρῶτον τὰ ξύλα καταγόμενα. Καὶ ἔφασαν ὅτι Ορφεὺς κιθαρίζων ἄγει τὴν ὕλην ἐκ τοῦ ὄρους. Καὶ ἐκ τούτου ὁ μῦθος ἀνεπλάσθη.

ALCESTIS.

544. Περὶ ̓Αλκήστιδος λέγεται μῦθος τραγικώδης, ὡς δὴ, μέλλοντός ποτε τοῦ ̓Αδμήτου θανεῖν, αὕτη εἵλετο

« ZurückWeiter »