Abbildungen der Seite
PDF
EPUB

HOMER'S ODYSSEY

BOOK IX.

BOOK IX

JOHN E. B. MAYOR M.A.

PROFESSOR OF LATIN AND FELLOW OF
ST JOHN'S COLLEGE CAMBRIDGE

[All Rights reserved]

KC 8004

HARVARD
UNIVERSITY
LIBRARY

41758

Cambridge:

PRINTED BY C. J. CLAY, M.A. & SON,

AT THE UNIVERSITY PRESS.

ΟΔΥΣΣΕΙΑΣ Ι.

Αλκίνου ἀπόλογοι. Κυκλωπεία.

Τὸν δ ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς·

«'Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ ̓ οἷος ὅδ ̓ ἐστὶ, θεοῖς ἐναλίγκιος αὐδήν. 5 οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅτ ̓ ἐϋφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δ ̓ ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ ̓ ἐκ κρητῆρος ἀφύσσων 1ο οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν·

τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. σοὶ δ ̓ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ', ὄφρ ̓ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. τί πρῶτόν τοι ἔπειτα, τί δ ̓ ὑστάτιον καταλέξω; 15 κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.

νῦν δ ̓ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς

« ZurückWeiter »