BODLEIANAY ALFRED PRETOR, M. A FELLOW OF ST CATHARINE'S COLLEGE, CAMBRIDGE; EDITED FOR THE SYNDICS OF THE UNIVERSITY PRESS. Cambridge: AT THE UNIVERSITY PRESS. London: CAMBRIDGE WAREHOUSE, 17, PATERNOSTER ROW. PREFACE. THE text of the present edition is based on that of Kühner, all deviations from which will be noticed as they occur. I have also derived much assistance from the commentaries of Schneider, Vollbrecht, and Macmichael, as well as from a recent edition by Mr Taylor, whose notes on the History and Geography of the subject are of the completest kind. With the succeeding portions of the work will be published a short sketch of the History of the Expedition, together with an Essay on the leading characteristics of Xenophon's style. ST CATHARINE'S COLLEGE, Νου. 1877. 1. Δαρείου και Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν ̓Αρταξέρξης, νεώτερος δὲ Κῦρος. Ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. 2. Ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς, ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων, ὅσοι εἰς Καστωλοῦ πεδίον ἀθροίζονται. Αναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων δὲ ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρ ῥάσιον. 3. Ἐπειδὴ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν ̓Αρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν, ὡς ἐπιβουλεύοι αὐτῷ. Ὁ δὲ πείθεταί τε καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν· ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν. 4. Ὁ δ ̓ ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεται, ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῶ, ἀλλ ̓, Ρ. Χ. I |